Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.47 Dem. 58.52 (English) >>Dem. 58.55

58.50ἀκούω τοίνυν αὐτοὺς κἀκεῖνον ὑμῖν μέλλειν δεικνύναι τὸν νόμον, ὃς ἀπαλείφειν κελεύει τοῖς ἐγγεγραμμένοις ἀπὸ τοῦ ὀφλήματος καθʼ τι ἂν ἐκτίνῃ, καὶ ἐρήσεσθαι πῶς ἀπὸ τοῦ μηδʼ ἐγγεγραμμένου ἀπαλείψουσιν, ὥσπερ οὐ περὶ μὲν τῶν ἐγγεγραμμένων τοῦτον κείμενον, περὶ δὲ τῶν μὴ ἐγγεγραμμένων ὀφειλόντων δʼ ἐκεῖνον, ὃς κελεύει ἀπʼ ἐκείνης ὀφείλειν τῆς ἡμέρας, ἀφʼ ἧς ἂν ὄφλῃ παραβῇ τὸν νόμον τὸ ψήφισμα. 58.51τί οὖν οὐκ ἀγραφίου με, φήσει, γράφει, τὸν ὀφείλοντα καὶ μὴ ἐγγεγραμμένον; ὅτι νόμος οὐ κατὰ τῶν ὀφειλόντων καὶ μὴ ἐγγραφέντων κελεύει τὰς γραφὰς τοῦ ἀγραφίου εἶναι, ἀλλʼ οἵτινες ἂν ἐγγραφέντες καὶ μὴ ἐκτείσαντες τῇ πόλει τὸ ὄφλημα ἐξαλειφθῶσι. καί μοι λαβὲ τὸν νόμον καὶ ἀνάγνωθι.Νόμος

58.52ἀκούετε τοῦ νόμου, ἄνδρες δικασταί, ὅτι διαρρήδην λέγει, ἐάν τις τῶν ὀφειλόντων τῷ δημοσίῳ μὴ ἐκτείσας τὸ ὄφλημα τῇ πόλει ἐξαλειφθῇ, εἶναι κατʼ αὐτοῦ τὰς γραφὰς πρὸς τοὺς θεσμοθέτας τοῦ ἀγραφίου, καὶ οὐ κατὰ τοῦ ὀφείλοντος καὶ μὴ ἐγγεγραμμένου, ἀλλʼ ἔνδειξιν κελεύει καὶ ἄλλας τιμωρίας κατὰ τούτων εἶναι. ἀλλὰ σὺ τί διδάσκεις με πάντας τοὺς τρόπους οἷς δεῖ με τιμωρήσασθαι τοὺς ἐχθρούς, ἀλλʼ οὐ καθʼ ὃν εἰσελήλυθα, τοῦτον ἀπολογεῖ;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.47 Dem. 58.52 (English) >>Dem. 58.55

Powered by PhiloLogic